Jonah chapter 1
1:1
καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιωναν τὸν τοῦ Αμαθι λέγων and the word of the Lord came to Jonah, the son of Amathi, saying,
1:2
ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρός με Arise, and go to Nineveh, the great city, and preach in it, for the cry of its wickedness ascended to me.
1:3
καὶ ἀνέστη Ιωνας τοῦ φυγεῖν εἰς Θαρσις ἐκ προσώπου κυρίου καὶ κατέβη εἰς Ιοππην καὶ εὗρεν πλοῖον βαδίζον εἰς Θαρσις καὶ ἔδωκεν τὸ ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετ αὐτῶν εἰς Θαρσις ἐκ προσώπου κυρίου But Jonah rose up to flee to Tharsis from the presence of the Lord. And he went down to Joppa, and found a ship going to Tharsis: and he paid his fare, and went up into it, to sail with them to Tharsis from the presence of the Lord.
1:4
καὶ κύριος ἐξήγειρεν πνεῦμα εἰς τὴν θάλασσαν καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ καὶ τὸ πλοῖον ἐκινδύνευεν συντριβῆναι And the Lord raised up a wind on the sea; and there was a great storm on the sea, and the ship was in danger of being broken.
1:5
καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόων ἕκαστος πρὸς τὸν θεὸν αὐτῶν καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν τοῦ κουφισθῆναι ἀπ αὐτῶν Ιωνας δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου καὶ ἐκάθευδεν καὶ ἔρρεγχεν And the sailors were alarmed, and cried every one to his god, and cast out the vessels that were in the ship into the sea, that it might be lightened of them. But Jonah went down into the belly of the ship, and was asleep, and snored.
1:6
καὶ προσῆλθεν πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ τί σὺ ῥέγχεις ἀνάστα καὶ ἐπικαλοῦ τὸν θεόν σου ὅπως διασώσῃ ὁ θεὸς ἡμᾶς καὶ μὴ ἀπολώμεθα And the captain came to him, and said to him, Why are you snoring? Arise, and call upon your God, that God may save us, and we will not perish.
1:7
καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ δεῦτε βάλωμεν κλήρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν καὶ ἔβαλον κλήρους καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ιωναν And each man said to his neighbour, Come, let us cast lots, and find out for whose sake this mischief is upon us. So they cast lots, and the lot fell upon Jonah.
1:8
καὶ εἶπον πρὸς αὐτόν ἀπάγγειλον ἡμῖν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν τίς σου ἡ ἐργασία ἐστίν καὶ πόθεν ἔρχῃ καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ And they said to him, Tell us what is you occupation is, and where you come from, and of what country and what people you are from?
1:9
καὶ εἶπεν πρὸς αὐτούς δοῦλος κυρίου ἐγώ εἰμι καὶ τὸν κύριον θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι ὃς ἐποίησεν τὴν θάλασσαν καὶ τὴν ξηράν And he said to them, I am a servant of the Lord; and I worship the Lord God of heaven, who made the sea, and the dry
land.
1:10
καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπαν πρὸς αὐτόν τί τοῦτο ἐποίησας διότι ἔγνωσαν οἱ ἄνδρες ὅτι ἐκ προσώπου κυρίου ἦν φεύγων ὅτι ἀπήγγειλεν αὐτοῖς Then the men feared exceedingly, and said to him, What is this
that you have done? for the men knew that he was fleeing from the face of the Lord, because he had told them.
1:11
καὶ εἶπαν πρὸς αὐτόν τί σοι ποιήσωμεν καὶ κοπάσει ἡ θάλασσα ἀφ ἡμῶν ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξήγειρεν μᾶλλον κλύδωνα And they said to him, What shall we do to you, that the sea may be calm to us? for the sea rose, and lifted its wave exceedingly.
1:12
καὶ εἶπεν Ιωνας πρὸς αὐτούς ἄρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν καὶ κοπάσει ἡ θάλασσα ἀφ ὑμῶν διότι ἔγνωκα ἐγὼ ὅτι δι ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφ ὑμᾶς ἐστιν And Jonah said to them, Take me up, and cast me into the sea, and the sea shall be calm for you: for I know that for my sake this great tempest is upon you.
1:13
καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ αὐτούς And the men tried hard to return to the land, and were not able: for the sea rose and grew more and more tempestuous against them.
1:14
καὶ ἀνεβόησαν πρὸς κύριον καὶ εἶπαν μηδαμῶς κύριε μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου καὶ μὴ δῷς ἐφ ἡμᾶς αἷμα αθωον ὅτι σύ κύριε ὃν τρόπον ἐβούλου πεποίηκας And they cried to the Lord, and said, Forbid it, Lord: let us not perish for the sake of this man’s life, and bring not innocent blood upon us: for you, Lord, have done as you would.
1:15
καὶ ἔλαβον τὸν Ιωναν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς So they took Jonah, and cast him out into the sea: and the sea ceased from its raging.
1:16
καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν κύριον καὶ equsiasan θυσίαν τῷ יהוה καὶ εὔξαντο εὐχάς And the men feared the Lord very greatly, and offered a sacrifice to the Lord, and vowed vows.
1:14
αθωον:
δίκαιον -righteous
1:16
יהוה :
κυρίῳ -Lord;
equsiasan: ἔθυσαν